Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.117 Hdt. 9.118 (English) >>Hdt. 9.119

ch. 118 9.118.1 οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη κακοῦ ἀπιγμένοι ἦσαν, οὕτω ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο. ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον, οὕτω δὴ ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ Ἀρταΰκτης καὶ Οἰόβαζος, ὄπισθε τοῦ τείχεος καταβάντες, τῇ ἦν ἐρημότατον τῶν πολεμίων. 9.118.2 ὡς δὲ ἡμέρη ἐγένετο, οἱ Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ τὰς πύλας ἄνοιξαν. τῶν δὲ οἱ μὲν πλεῦνες ἐδίωκον, οἱ δὲ τὴν πόλιν εἶχον.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.117 Hdt. 9.118 (English) >>Hdt. 9.119

Powered by PhiloLogic